Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 17.9 Dem. 17.11 (English) >>Dem. 17.15

17.10ἐπʼ ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρʼ ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν. σκέψασθε δʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων δʼ ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον Μακεδὼν ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δʼ ἐκείνων τοῖς οἰκέταις δέδωκε, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκατέστησεν. 17.11ἡμεῖς δὲ τῆς εἰρήνης μετέχομεν τῆς προσταττούσης πολεμίους ἡγεῖσθαι τοὺς ταῦτα πράττοντας. ἐκ δὴ τούτων πότερα πειθόμεθα τοῖς κοινοῖς προστάγμασι πολεμίοις αὐτοῖς χρώμενοι, βδελυρεύσεταί τις οὐ φάσκων, τούτων τῶν μισθοφορούντων παρὰ τοῦ Μακεδόνος, τῶν καθʼ ὑμῶν πεπλουτηκότων; 17.12οὐ γὰρ δὴ λέληθέ γʼ αὐτοὺς οὐδὲν τούτων· ἀλλʼ εἰς τοῦθʼ ὕβρεως ἥκουσιν ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις ἐν μὲν τοῖς παραβεβασμένοις ὅρκοις ἐμμένειν ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου, τοὺς δʼ ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες, ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν. 17.13εἰκότως· τοῖς γὰρ πεπρακόσιν ἑαυτοὺς εἰς τἀναντία τοῖς τῇ πατρίδι συμφέρουσιν οὐκ ἔνι μέλειν νόμων οὐδʼ ὅρκων· τοῖς δʼ ὀνόμασι μόνον αὐτῶν ἀποχρώμενοι παρακρούονται τοὺς παρέργως ἐνταυθὶ ἀλλʼ οὐκ ἐξεταστικῶς ἐκκλησιάζοντας, καὶ νομίζοντας τὴν παραυτίχʼ ἡσυχίαν οὐκ ἔσεσθαί ποτʼ αἰτίαν ταραχῆς ἀτόπου μεγάλης.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 17.9 Dem. 17.11 (English) >>Dem. 17.15

Powered by PhiloLogic